Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 28.1 Dem. 28.4 (English) >>Dem. 28.6

28.2ἐὰν οὖν ἀναγνῷ, προσέχετʼ αὐτῇ τὸν νοῦν· εὑρήσετε γὰρ οὐχ ὡς ὀφείλει μεμαρτυρημένην, ἀλλʼ ὡς ὦφλεν. τοῦτʼ οὖν ἐλέγξαι πειράσομαι πρῶτον, ἐφʼ φρονεῖ μάλιστα· καὶ ἡμεῖς ἀμφισβητοῦμεν. εἰ μὲν οὖν τότʼ ἐξεγένετο καὶ μὴ τῷ χρόνῳ τοῦτʼ ἐνηδρεύθημεν, παρεσχόμεθʼ ἂν μάρτυρας ὡς ἐξετείσθη τὰ χρήματα καὶ πάντʼ αὐτῷ διελέλυτο τὰ πρὸς τὴν πόλιν· νῦν δὲ τεκμηρίοις μεγάλοις ἐπιδείξομεν ὡς οὔτʼ ὤφειλεν οὔτʼ ἦν κίνδυνος οὐδεὶς ἡμῖν φανερὰ κεκτημένοις τὰ ὄντα. 28.3πρῶτον μὲν γὰρ Δημοχάρης, ἔχων ἀδελφὴν τῆς ἐμῆς μητρός, θυγατέρα δὲ Γύλωνος, οὐκ ἀποκέκρυπται τὴν οὐσίαν, ἀλλὰ χορηγεῖ καὶ τριηραρχεῖ καὶ τὰς ἄλλας λῃτουργίας λῃτουργεῖ καὶ οὐδὲν τῶν τοιούτων δέδοικεν. ἔπειτʼ αὐτὸς πατὴρ τήν τʼ ἄλλην οὐσίαν καὶ τέτταρα τάλαντα καὶ τρισχιλίας φανερὰς ἐποίησεν, ἃς οὗτοι γραφῆναί τʼ ἐν ταῖς διαθήκαις καὶ λαβεῖν σφᾶς αὐτοὺς κατʼ ἀλλήλων καταμαρτυροῦσιν. 28.4ἔτι δὲ καὶ αὐτὸς Ἄφοβος μετὰ τῶν συνεπιτρόπων τῇ πόλει τὸ πλῆθος τῶν καταλειφθέντων χρημάτων ἐμφανὲς ἐποίησεν, ἡγεμόνα με τῆς συμμορίας καταστήσας οὐκ ἐπὶ μικροῖς τιμήμασιν, ἀλλʼ ἐπὶ τηλικούτοις ὥστε κατὰ τὰς πέντε καὶ εἴκοσι μνᾶς πεντακοσίας εἰσφέρειν. καίτοι εἴ τι τούτων ἦν ἀληθές, οὐδὲν ἂν αὐτῶν ἐποίησεν, ἀλλὰ πάντʼ ἂν ηὐλαβήθη. νῦν δὲ καὶ Δημοχάρης καὶ πατὴρ καὶ αὐτοὶ οὗτοι φαίνονται φανερὰ ποιοῦντες, καὶ οὐδένα τοιοῦτον κίνδυνον δεδιότες.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 28.1 Dem. 28.4 (English) >>Dem. 28.6

Powered by PhiloLogic